from "Introduction to the Study of the Greek Dialects" by Carl Darling Buck, 1910

The Law Code of Gortyn

θιοί. Ὄς κ’ ἐλευθέρο̄ι ἒ̄ δο̄́λο̄ι μέλλε̄ι ἀνπιμο̄λέν, πρὸ δίκας με̄̀ ἄγεν. αἰ δέ κ’ ἄγε̄ι καταδικακσάτο̄ το̄̑ ἐλευθέρο̄ δέκα στατε̑̄ρανς, το̄̑ δο̄́λο̄ πέντε ὄτι ἄγει, καὶ δικακσάτο̄ λαγάσαι ἐν ταῖς τρισὶ ἀμέραις. αἰ [δέ] κα με̄̀ [λαγ]άσει, καταδικαδδέτο̄ το̄̑ μὲν ἐλευθέρο̄ στατε̑̄ρα, το̄̑ δο̄́λο̄ [δα]ρκνὰν τᾶς ἀμέρας ϝεκάστας, πρίν κα λαγάσει· το̄̑ δὲ κρόνο̄ τὸν δι[κ]αστὰν ὀμνύντα κρίνεν. αἰ δ’ ἀννίοιτο με̄̀ ἄγεν, τὸν δικαστὰν ὀμνύντα κρ[ί]νεν, αἰ με̄̀ ἀποπο̄νίοι μαῖτυς. αἰ δέ κα μο̄λε̑̄ι ὀ μὲν ἐλεύθε[ρ]ον, ὀ δ[ὲ δ]ο̄̑λον, κάρτονανς ἐ̄̑μεν, [ὄτερο]ί κ’ ἐλεύθερον ἀποπο̄νίο̄ντι. αἰ δέ κ’ ἀνπὶ δο̄́λο̄ι μο̄λίο̄ντι πο̄νίοντες ϝὸν ϝεκάτερος ἐ̄̑μεν, αἰ μέν κα μαῖτυς ἀποπο̄νε̑̄ι, κατὰ τὸν μαίτυρα δικάδδεν, αἰ δέ κ’ ἒ̄ ἀνποτέροις ἀποπο̄νίο̄ντι ἒ̄ με̄δατέρο̄ι, τὸν δικαστὰν ὀμνύντα κρίνεν. ἐ̄̑ δέ κα νικαθε̑̄ι ὀ ἔκο̄ν, [τ]ὸμ μὲν ἐλεύθερον λαγάσαι τᾶν πέ[ν]τ’ ἀμερᾶν, τὸν δὲ δο̄̑λ[ον] ἐς κε̑̄ρανς ἀποδόμεν. αἰ δέ κα με̄̀ λαγάσει ἒ̄ με̄̀ ἀποδο̄̑ι, δικακσάτο̄ νικὲν το̄̑ μὲν ἐλευθέρο̄ πεντε̄́κοντα στατε̑̄ρανς καὶ στατε̑̄ρα τᾶς ἀμέρας ϝεκάστας, πρίν κα λαγάσει, το̄̑ δὲ δο̄́λο̄ δέκα στατε̑̄ρανς καὶ δαρκνὰν τᾶς ἀμέρας ϝεκάστας, πρίν κ’ ἀποδο̄̑ι ἐς κε̑̄ρανς. ἐ̄̑ δέ κα καταδικάκσει ὀ δικαστάς, ἐνιαυτο̄̑ι πράδδεθθαι τὰ τρίτρα ἒ̄ μεῖον, πλίον δὲ με̄́· το̄̑ δὲ κρόνο̄ τὸν δικαστὰν ὀμνύντα κρίνεν. αἰ δέ κα ναεύε̄ι ὀ δο̄̑λος ὀ̑̄ κα νικαθε̑̄ι, καλίο̄ν ἀντὶ μαιτύρο̄ν δυο̄̑ν δρομέο̄ν ἐλευθέρο̄ν ἀποδεικσάτο̄ ἐπὶ το̄̑ι ναο̄̑ι ὄπε̄ κα ναεύε̄ι ἒ̄ αὐτὸς ἒ̄ ἄ(λ)λος πρὸ τούτο̄· αἰ δέ κα με̄̀ καλε̑̄ι ἒ̄ με̄̀ δείκσει, κατισ[τάτ]ο̄ τὰ ἐ[γρα](μ)μένα. αἰ δέ κα με̄δ’ αὐτὸν ἀποδο̄̑ι ἐν το̄̑ι ἐνιαυτο̄̑ι, τὰνς ἀπλόονς τ[ι]μὰνς ἐπικαταστασεῖ. αἰ δέ κ’ ἀποθάνε̄ι μο̄λιομένας τᾶδ δί[κα]ς, τὰν ἀπλόον τιμὰν κατ(α)στασεῖ. αἰ δέ κα κοσ[μ]ίο̄ν ἄγε̄ι ἒ̄ κοσμίοντος ἄλλος, ἐ̑ κ’ ἀποστᾶι, μο̄λέν, καἴ κα νικαθε̑̄ι, κατιστάμεν ἀπ’ [ἆ]ς [ἀμέρα]ς ἄγαγε τὰ ἐγρα(μ)μένα. [τὸ]ν δὲ νενικαμένο[ν] κα[ὶ τὸν κα]τακείμενον ἄγοντι ἄπατον ἐ̄̑μεν.

Αἴ κα τὸν ἐλεύθερον ἒ̄ τὰν ἐλευθέραν κάρτει οἴπε̄ι, ἐκατὸν στατε̑̄ρανς καταστασεῖ· αἰ δέ κ’ ἀπεταίρο̄, δέκα· αἰ δέ κ’ ὀ δο̄̑λος τὸν ἐλεύθερον ἒ̄ τὰν ἐλευθέραν, διπλεῖ καταστασεῖ· αἰ δέ κ’ ἐλεύθερος ϝοικέα ἒ̄ ϝοικέαν, πέντε δαρκνάνς· αἰ δέ κα ϝ[ο]ικεὺς ϝοικέα ἒ̄ ϝοικέαν, π[έν]τε στατε̑̄ρανς. ἐνδοθιδίαν δο̄́λαν αἰ κάρτει δαμάσαιτο, δύο στατε̑̄ρανς καταστασεῖ· αἰ δέ κα δεδαμν[α]μέναν, πεδ’ ἀμέραν, [ὀ]δελόν, αἰ δέ κ’ ἐν νυττί, δύ’ ὀδελόνς· ὀρκιο̄τέραν δ’ ἐ̄̑μεν τὰν δο̄́λαν. αἴ κα τὰν ἐλευθέραν ἐπιπε̄ρε̑̄ται οἴπεν ἀκεύοντος καδεστᾶ, δέκα στατε̑̄ρανς καταστασεῖ, αἰ ἀποπο̄νίοι μαῖτυς. αἴ κα τὰν ἐλευθέραν μοικίο̄ν αἰλεθε̑̄ι ἐν πατρὸς ἒ̄ ἐν ἀδελπιο̄̑ ἒ̄ ἐν το̄̑ ἀνδρός, ἐκατὸν στατε̑̄ρανς καταστασεῖ· αἰ δέ κ’ ἐν ἄ(λ)λο̄, πεντε̄́κοντα· αἰ δέ κα τὰν το̄̑ ἀπεταίρο̄, δέκα· αἰ δέ κ’ ὀ δο̄̑λος [τὰ]ν ἐλευθέραν, διπλεῖ καταστασεῖ· αἰ δέ κα δο̄̑λος δο̄́λο̄, πέντε. προϝειπάτο̄ δὲ ἀντὶ μαιτύρο̄ν τριο̄̑ν τοῖς καδεσταῖς το̄̑ ἐναιλεθέντος ἀλλύεθθαι ἐν ταῖς πέντ’ ἀμέραις· το̄̑ δὲ δο̄́λο̄ το̄̑ι πάσται ἀντὶ μαιτύρο̄ν δυο̄̑ν. αἰ δέ κα με̄̀ ἀλλύσεται, ἐπὶ τοῖς ἐλόνσι ἐ̄̑μεν κρε̄́θθαι ὄπαι κα λείο̄ντι. αἰ δέ κα πο̄νε̑̄ι δολο̄́σαθθαι, ὀμόσαι τὸν ἐλόντα το̄̑ πεντε̄κονταστατε̄́ρο̄ καὶ πλίονος πέντον αὐτὸν ϝὶν αὐτο̄̑ι ϝέκαστον ἐπαριόμενον, το̄̑ δ’ ἀπεταίρο̄ τρίτον αὐτὸν, το̄̑ δὲ ϝοικέος τὸν πάσταν ἄτερον αὐτὸν μοικίοντ’ ἐλέν, δολο̄́σαθθαι δὲ με̄́.

Αἴ κ’ ἀνε̄̀ρ [κα]ὶ [γυ]νὰ διακρ[ί]νο̄ν[τ]αι, τὰ ϝὰ αὐτᾶς ἔκεν, ἄτι ἔκονσ’ ἐ̑ιε πὰρ τὸν ἄνδρα, καὶ το̄̑ καρπο̄̑ τὰνν ε̄̓μίναν, αἴ κ’ ἐ̑̄ι ἐς το̄̑ν ϝο̄̑ν αὐτᾶς κρε̄μάτο̄ν, κὀ̑̄τι κ’ ἐνυπάνει τὰν [ε̄̓μίνα]ν ἄτι κ’ ἐ̑̄ι, καὶ πέντε στατε̑̄ρανς, αἴ κ’ ὀ ἀνε̄̀ρ αἴτιος ἐ̑̄ι τᾶς κε̄[ρ]εύσιος· α[ἰ] δὲ πο̄νίοι ὀ ἀνε̄̀ρ [αἴτιος με̄̀ ε̄̓̑]μεν, τὸν δικαστὰν ὀμνύντα κρίνεν. αἰ δέ τι ἄλλο πέροι το̄̑ ἀνδρός, πέντε στατε̑̄ρανς καταστασεῖ κὄ̄τι κα πέρε̄ι αὐτόν, κὄ̄τι κα παρέλε̄ι ἀποδότο̄ αὐτόν. ὀ̑̄ν δέ κ’ ἐκσαννε̄́σεται δικάκσαι τὰν γυναίκ’ ἀπομόσαι τὰν Ἄρτεμιν πὰρ Ἀμυκλαῖον πὰρ τὰν Τοκσίαν. ὄτι δέ τίς κ’ ἀπομοσάνσαι παρέλε̄ι, πέντε στατε̑̄ρανς καταστασεῖ καὶ τὸ κρέος αὐτόν. αἰ δέ κ’ ἀλλόττριος συνε(σ)σάδδε̄ι, δέκα στ[ατ]ε̑̄ρανς καταστασεῖ, το̄̑ δὲ κρε̄́ιος διπλεῖ ὄτι κ’ ὀ δικαστὰς ὀμόσει συνεσσάκσαι. αἰ ἀνε̄̀ρ ἀποθάνοι τέκνα καταλιπο̄́ν, αἴ κα λε̑̄ι ἀ γυνά, τὰ ϝὰ αὐτᾶς ἔκονσαν ὀπυίεθθαι κἄτι κ’ ὀ ἀνε̄̀δ δο̄̑ι κατὰ τὰ ἐγραμμένα ἀντὶ μαιτύρο̄ν τριο̄̑ν δρομέο̄ν ἐλευθέρο̄ν· αἰ δέ τι το̄̑ν τέκνο̄ν πέροι, ἔνδικον ἐ̄̑μεν. αἰ δέ κα ἄτεκνον καταλίπε̄ι, τά τε ϝὰ αὐτᾶς ἔκεν κὀ̑τι κ’ ἐν[υ]πάνει [τ]ὰν ε̄̓μ[ί]ναν κα[ὶ τ]ο̄̑ καρπ[ο̄̑] το̄̑ ἔνδ[ο]θεν πεδὰ το̄̑ν ἐπιβαλλόντ[ο̄ν] μοῖραν λακὲ[ν] καἴ τί κ’ ὀ ἀνε̄̀δ δο̄̑ι ἆι ἔγρατται· αἰ δέ τι ἄλλο πέροι, ἔνδικον ἐ̄̑μεν. αἰ δὲ γυνὰ ἄτεκνος ἀποθάνοι, τά τε ϝὰ αὐτᾶς τοῖς ἐπιβάλλονσι ἀποδόμεν κὀ̑τι ἐνύπανε τὰν ε̄̓μίναν καὶ το̄̑ καρπο̄̑, αἴ κ’ ἐ̑̄ι ἐς το̄̑ν ϝο̄̑ν αὐτᾶς, τὰν ε̄̓μίναν. κόμιστρα αἴ κα λε̑̄ι δόμεν ἀνε̄̀ρ ἒ̄ γυνά, ἒ̄ ϝε̑̄μα ἒ̄ δυο̄́δεκα στατε̑̄ρανς ἒ̄ δυο̄́δεκα στατε̄́ρο̄ν κρέος, πλίον δὲ με̄́. αἴ κα ϝοικέος ϝοικέα κριθε̑̄ι δο̄ο̄̑ ἒ̄ ἀποθανόντος, τὰ ϝὰ αὐτᾶς ἔκεν· ἄλλο δ’ αἴ τι πέροι, ἔνδικον ἐ̄̑μεν.

Αἰ τέκοι γυνὰ κε̄[ρ]ε[ύο]νσα, ἐπελεῦσαι το̄̑ι ἀνδρὶ ἐπὶ στέγαν ἀντὶ μαιτύρο̄ν τριο̄̑ν. αἰ δὲ με̄̀ δέκσαιτο, ἐπὶ τᾶι ματρὶ ἐ̄̑μεν τὸ τέκνον ἒ̄ τράπεν ἒ̄ ἀποθέμε̄ν· ὀρκιο̄τέροδ δ’ ἐ̄̑μεν τὸς καδεστὰνς καὶ τὸς μαίτυρανς, αἰ ἐπε̄λεύσαν. αἰ δὲ ϝοικέα τέκοι κε̄ρεύονσα, ἐπελεῦσαι το̄̑ι πάσται το̄̑ ἀνδρός, ὂς ὄ̄πυιε, ἀντὶ μαιτύρο̄ν [δυ]ο̄̑ν. αἰ δέ κα με̄̀ δέκσεται, ἐπὶ το̄̑ι πάσται ἐ̄̑μεν τὸ τέκνον το̄̑ι τᾶς ϝοικέας. αἰ δὲ το̄̑ι αὐτο̄̑ι αὖτιν ὀπυίοιτο πρὸ το̄̑ ἐνιαυτο̄̑, τὸ παιδίον ἐπὶ το̄̑ι πάσται ἐ̄̑μεν το̄̑ι το̄̑ ϝοικέος. κο̄̓ρκιο̄́τερον ἐ̄̑μεν τὸν ἐπελεύσαντα καὶ τὸς μαίτυρανς. γυνὰ κε̄ρεύονσ’ αἰ ἀποβάλοι παιδίον πρὶν ἐπελεῦσαι κα[τ]ὰ τὰ ἐγραμμένα, ἐλευθέρο̄ μὲν καταστασεῖ πεντε̄́κοντα στατε̑̄ρανς, δο̄́λο̄ πέντε καὶ ϝίκατι, αἴ κα νικαθε̑̄. ὀ̑̄ι δέ κα μ’ εἴ[ε̄] τι(ς) στέγα ὄπυι ἐπελευσεῖ, ἒ̄ αὐτὸν με̄̀ ὀρε̑̄ι, αἰ <αι> ἀποθείε̄ τὸ παιδίον, ἄπατον ἐ̄̑μεν. αἰ κύσαιτο καὶ τέκοι ϝοικέα με̄̀ ὀπυιομένα, ἐπὶ το̄̑ι τ[ο̄̑] πατρὸς πάσται ἐ̄̑μεν τὸ τέκνον· αἰ δ’ ὀ πατε̄̀ρ με̄̀ δο̄́οι, ἐπὶ τοῖς το̄̑ν ἀδελπιο̄̑ν πάσταις ἐ̄̑μεν.

Τὸν πατέρα το̄̑ν τέκνο̄ν καὶ το̄̑ν κρε̄μάτο̄ν καρτερὸν ἐ̄̑μεν τᾶδ δαίσιος καὶ τὰν ματέρα το̄̑ν ϝο̄̑ν αὐτᾶς κρε̄μάτο̄ν. ἆς κα δο̄́ο̄ντι, με̄̀ ἐπάνανκον ἐ̄̑μεν δατε̑̄θθαι· αἰ δέ τις ἀταθείε̄, ἀποδάτταθθαι το̄̑ι ἀταμένο̄ι ἆι ἔγρατται. ἐ̄̑ δέ κ’ ἀποθάνε̄ι τι(ς), στέγανς μὲν τὰνς ἐν πόλι κἄτι κ’ ἐν ταῖ(ς) στέγαις ἐνε̑̄ι, αἶς κα με̄̀ ϝοικεὺς ἐνϝοικε̑̄ι ἐπὶ κο̄́ραι ϝοικίο̄ν, καὶ τὰ πρόβατα καὶ καρτα[ί]ποδα, ἄ κα με̄̀ ϝοικέος ἐ̄̑ι, ἐπὶ τοῖς υἰάσι ἐ̄̑μεν, τὰ δ’ ἄλλα κρε̄́ματα πάντα δατε̑̄θθαι καλο̄̑ς, καὶ λανκάνεν τὸς μὲν υἰύνς, ὀπόττοι κ’ ἴο̄ντι δύο μοίρανς ϝέκαστον, τὰδ δὲ θυγατέρανς, ὀπότται κ’ ἴο̄ντι μίαν μοῖραν ϝεκάσταν. δατε̑̄θ[θ]αι δὲ καὶ τὰ ματρ[ο̄̑]ια, ἐ̑̄ κ’ ἀποθά[νε̄]ι, ἆιπε[ρ] τὰ [πατρο̄̑ι’] ἔ[γραττ]αι. αἰ δὲ κρε̄́ματα με̄̀ εἴε̄, στέγα δέ, λακὲν τὰθ θ[υ]γατέρας ἆι ἔγρατται. αἰ δέ κα λε̑̄ι ὀ πατε̄̀ρ δο̄ὸς ἰο̄̀ν δόμε̄ν τᾶι ὀπυιομέναι, δότο̄ κατὰ τὰ ἐγραμμένα, πλίονα δὲ με̄́. ὀτείαι δὲ πρόθθ’ ἔδο̄κε ἒ̄ ἐπέσπενσε, ταῦτ’ ἔκεν, ἄλλα δὲ με̄̀ ἀπολαν[κά]νεν. γυνὰ ὀ[τ]εία κρε̄́ματα με̄̀ ἔκει ἒ̄ [πα]τρὸδ δόντος ἒ̄ ἀ[δ]ελπιο̄̑ ἒ̄ ἐπισπένσαντος ἒ̄ ἀπολα[κ]όνσα ἆι ὄκ’ ὀ Αἰθ[α]λεὺ(ς) σταρτὸς ἐκoσμίον οἰ σὺν Κύ[λ]λο̄ι, ταύτας μὲν ἀπολανκάνεν, ταῖδ δὲ πρόθθα με̄̀ ἔ[ν]δικον ἐ̄̑μεν.

Ε̄̑̓ κ’ ἀποθάνε̄ι ἀνε̄̀ρ ἒ̄ γυνά, αἰ μέν κ’ ἐ̑̄ι τέκνα ἒ̄ ἐς τέκνο̄ν τέκνα ἒ̄ ἐς τούτο̄ν τέκνα, τούτος ἔκε[ν] τὰ κρε̄́ματα. αἰ δέ κα με̄́τις ἐ̑̄ι τούτο̄ν, ἀ<α>δελπιοὶ δὲ το̄̑ ἀποθανόντος κε̄̓κς ἀδε[λ]πιο̄̑ν τέκνα ἒ̄ ἐς τούτο̄ν τέκνα, τούτος ἔκεν τὰ κρε̄́ματα. αἰ δέ κα με̄́τις ἐ̑̄ι τούτο̄ν, ἀδευπιαὶ δὲ το̄̑ ἀποθανόντος κε̄̓ς ταυτᾶν τέκνα ἒ̄ ἐς το̄̑ν τέκνο̄ν τέκνα, τούτος ἔκεν τὰ κρε̄́ματα. αἰ δέ κα με̄́τις ἐ̑̄ι τούτο̄ν, οἶς κ’ ἐπιβάλλε̄ι ὄπο̄ κ’ ἐ̑̄ι τὰ κρε̄́ματα, τούτος ἀναιλε̑̄θθαι. αἰ δὲ με̄̀ εἶεν ἐπιβάλλοντες, τᾶς ϝοικίας οἴτινές κ’ ἴο̄ντι ὀ κλᾶρος, τούτονς ἔκεν τὰ κρε̄́ματα.

Αἰ δέ κ’ οἰ ἐπιβάλλοντες οἰ μὲν λείο̄ντι δατε̑̄θθαι τὰ κρε̄́ματα, οἰ δὲ με̄́, δικάκσαι τὸν δικαστὰν ἐπὶ τοῖλ λείονσι δατε̑̄θθαι ἐ̄̑μεν τὰ κρε̄́ματα πάντα, πρίν κα δάττονται. αἰ δέ κα δικάκσαντος το̄̑ δικαστᾶ κάρτει ἐνσείε̄ι ἒ̄ ἄγε̄ι ἒ̄ πέρε̄ι, δέκα στατε̑̄ρανς καταστασεῖ καὶ το̄̑ κρε̄́ιος διπλεῖ. τνατο̄̑ν δὲ καὶ καρπο̄̑ καὶ ϝε̄́μας κἀνπιδε̄́μας κε̄̓πιπολαίο̄ν κρε̄μάτο̄ν αἴ κα με̄̀ λείο̄ντι δατε̄́θ[θαι, τὸν δικαστ]ὰν ὀμνύντα κρῖναι πορτὶ τὰ μο̄λιόμενα. [α]ἰ [δ]έ κα κρε̄́ματα δατιόμενοι με̄̀ συνγιγνο̄́σκο̄ντι ἀνπὶ τὰν δαῖσιν, ο̄̓νὲν τὰ κρε̄́ματα κὄ̄ς κα πλεῖστον διδο̄̑ι ἀποδόμενοι τᾶν τιμᾶν δια[λ]ακόντο̄ν τὰν ἐπαβολὰν ϝέκαστος. δατιομένοιδ δὲ κρε̄́ματα μαίτυρανς παρε̄̑μεν δρομέανς ἐλευθέρονς τρίινς ἒ̄ πλίανς. θυγατρὶ ἐ̑̄ διδο̄̑ι, κατὰ τὰ αὐτά.

Ἆς κ’ ὀ πατε̄̀δ δο̄́ε̄ι, το̄̑ν το̄̑ πατρὸς κρε̄μάτο̄ν πὰρ υἰέος με̄̀ ο̄̓νε̑̄θθαι με̄δὲ καταθίθεθθαι· ἄτι δέ κ’ αὐτὸς πάσεται ἒ̄ ἀπολάκε̄ι ἀποδιδόθθο̄, αἴ κα λε̑̄ι. με̄δὲ τὸν πατέρα τὰ το̄̑ν τέκνο̄ν ἄτι κ’ αὐτοὶ πάσονται ἒ̄ ἀπολάκο̄ντι. με̄δὲ τὰ τᾶς γυναικὸς τὸν ἄνδρα ἀποδό(θ)θαι με̄δ’ ἐπισπένσαι, με̄δ’ υἰὺν τὰ τᾶς ματρός. αἰ δέ τις πρίαιτο ἒ̄ καταθεῖτο ἒ̄ ἐπισπένσαιτο, ἀλλᾶι δ’ ἔγρατ[τα]ι, ἆι τάδε τὰ γράμματα ἔγ[ρατται, τὰ] μ[ὲ]ν κρε̄́ματα ἐπὶ τᾶι ματρὶ ἐ̄̑μεν κἐ̄πὶ τᾶι γυναικί, ὀ δ’ ἀποδόμενος ἒ̄ καταθὲνς ἒ̄ ἐπισπένσανς το̄̑ι πριαμένο̄ι ἒ̄ καταθεμένο̄ι ἒ̄ ἐπισπενσαμένο̄ι διπλεῖ καταστασεῖ καἴ τί κ’ ἄλλ’ ἄτας ἐ̑̄ι, τὸ ἀπλόον· το̄̑ν δὲ πρόθθα με̄̀ ἔνδικον ἐ̄̑μεν. αἰ δέ κ’ ὀ ἀντίμο̄λος ἀπομο̄λε̑̄ι ἀνπὶ τὸ κρέος ὀ̑̄ι κ’ ἀνπιμο̄λίο̄ντι με̄̀ ἐ̄̑μεν τᾶς ματ[ρ]ὸς ἒ̄ τᾶς γυναικός, μο̄λὲν ὄπε̄ κ’ ἐπιβάλλε̄ι, πὰρ το̄̑ι δικαστᾶι ἐ̑̄ ϝεκάστο̄ ἔγρατται. αἰ δέ κ’ ἀποθάνε̄ι μάτε̄ρ τέκνα καταλιπόνσα, τὸν πατέρα καρτερὸν ἐ̄̑μεν το̄̑ν ματρο̄ίο̄ν, ἀποδό(θ)θαι δὲ με̄̀ με̄δὲ καταθέμε̄ν, αἴ κα με̄̀ τὰ τέκνα ἐπαινε̄́σει δρομέες ἰόντες. [α]ἰ δέ τις ἀλλᾶι πρίαιτο ἒ̄ καταθεῖτο, τὰ μὲν κρε̄́ματα ἐπὶ τοῖς τέκνοις ἐ̄̑μεν, το̄̑ι δὲ πριαμένο̄ι ἒ̄ καταθεμένο̄ι τὸν ἀποδόμενον ἒ̄ τὸν καταθέντα τὰν διπλείαν καταστᾶσαι τᾶς τιμᾶς, καἴ τί κ’ ἄλλ’ ἄτας ἐ̑̄ι, τὸ ἀπλόον. αἰ δέ κ’ ἄλλαν ὀπυίε̄ι, τὰ τέκνα [το̄̑]ν [μ]ατρο̄ίο̄ν καρτερὸνς ἐ̄̑μεν.

Αἰ κ’ ἐδ δυσ[μενίανς] περα[θε̄̑ι κ]ἐ̄̄κς ἀλλοπολίας ὐπ’ ἀνάνκας ἐκόμενος κελο[μ]ένο̄ τις λύσεται, ἐπὶ το̄̑ι ἀλλυσαμένο̄ι ἐ̄̑μεν, πρίν κ’ ἀποδο̄̑ι τὸ ἐπιβάλλον. αἰ δέ κα με̄̀ ὀμολογίο̄ντι ἀμπὶ τὰν πλε̄θὺν ἒ̄ με̄̀ [κ]ελομέ[ν]ο̄ αὐτο̄̑ [λ]ύσαθθαι, τὸν δικαστὰν ὀμνύντα κρίνεν πορτὶ τὰ μο̄λιόμενα. [τ]ο̄̑ ἐλευθέρο̄ τὸν δε — — — —. [αἴ κ’ ὀ δο̄̑λος] ἐπὶ τὰν ἐλευθέραν ἐλθο̄̀ν ὀπυίε̄ι, ἐλεύθερ’ ἐ̄̑μεν τὰ τέκνα. αἰ δέ κ’ ἀ ἐλευθέρα ἐπὶ τὸν δο̄̑λον, δο̄̑λ’ ἐ̄̑μεν τὰ τέκνα. αἰ δέ κ’ ἐς τᾶς αὐτᾶς ματρὸς ἐλεύθερα καὶ δο̄̑λα τέκνα γένε̄ται, ἐ̑̄ κ’ ἀποθάνε̄ι ἀ μάτε̄ρ, αἴ κ’ ἐ̑̄ι κρε̄́ματα, τὸνς ἐλευθέρονς ἔκεν. αἰ δ’ ἐλευθέροι με̄̀ ἐκσεῖεν, τὸνσς ἐπιβάλλοντανς ἀναιλε̑̄(θ)θαι. α[ἴ] κ’ ἐκς ἀγορᾶς πρ[ι]άμενος δο̄̑λον με̄̀ περαιο̄́σει τᾶν ϝεκσε̄́κοντ’ ἀμερᾶν, αἴ τινά κα πρό(θ)θ’ ἀδικε̄́κε̄ι ἒ̄ ὔστερον, το̄̑ι πεπαμένο̄ι ἔνδικον ἐ̄̑μεν.

Τὰμ πα[τ]ρο̄ι[ο̄̑]κον ὀπυίε(θ)θαι ἀδελπιο̄̑ι το̄̑ πατρὸς το̄̑ν ἰόντο̄ν το̄̑ι πρειγ[ί]στο̄ι. αἰ δέ κα πλίες πατρο̄ιο̄́κοι ἴο̄ντι κἀδελπι[ο]ὶ το̄̑ πατρός, [τ]ο̄̑ι ἐπιπρειγίστο̄ι ὀπυίε(θ)θαι. αἰ δέ κα με̄̀ ἴο̄ντι ἀδελπιοὶ το̄̑ πατρός, υἰέεδ δὲ ἐκς ἀδελπιο̄̑ν, ὀπυίε(θ)θαι ἰο̄̑ι το̄̑ι [ἐ]ς το̄̑ πρειγίστο̄. αἰ δέ κα πλίες ἴο̄ντι πατρο̄ιο̄́κοι κυἰέες ἐκς ἀδελπιο̄̑ν, ἄλλο̄ι ὀπυίε(θ)θαι το̄̑ι ἐπὶ το̄̑ι ἐς [τ]ο̄̑ πρει[γί]στο̄. μίαν δ’ ἔκεν πατρο̄ι[ο̄̑]κον τὸν ἐπιβάλλοντα, πλίαδ δὲ [μ]ε̄́.

Ἆδ δέ κ’ ἄνο̄ρος ἐ̑̄ι ὀ ἐπιβάλλο̄ν ὀπυίεν ἐ̑̄ ἀ πατρο̄ιο̄̑κος, [σ]τέγαν μέν, αἴ κ’ ἐ̑̄ι, ἔκεν τὰν πατρο̄ιο̄̑κον, τᾶδ δ’ ἐπικαρπίας παντὸς τὰν ε̄̓μίναν ἀπολανκάνεν τὸν ἐπιβάλλοντα ὀπυίεν. αἰ δέ κ’ ἀπόδρομος ἰο̄̀ν ὀ ἐπιβάλλο̄ν ὀπυίεν ε̄̓βίο̄ν ε̄̓βίονσαν με̄̀ λε̑̄ι ὀπυίεν, ἐπὶ τᾶι πατρο̄ιο̄́κο̄ι ἐ̄̑μεν τὰ κρε̄́ματα πάντα καὶ τὸν καρπόν, πρείν κ’ ὀπυίε̄ι. αἰ δέ κα δρομεὺς ἰο̄̀ν ὀ ἐπιβάλλο̄ν ε̄̓βίονσαν λείονσαν ὀπυίε(θ)θαι με̄̀ λε̑̄ι ὀπυίεν, μο̄λὲν τὸς καδεστὰνς τὸς τᾶς πατρο̄ιο̄́κο̄, ὀ δὲ [δ]ικα[σ]τ[ὰς] δικ[ακσά]το̄ ὀπυίεν ἐν τοῖς δ[υ]οῖς με̄νσί. αἰ δέ κα με̄̀ ὀπυίε̄ι ἆι ἔγρα(τ)ται, τὰ κρε̄́ματα πάντ’ ἔκονσαν, αἴ κ’ ἐ̑̄ι ἄλλος, το̄̑ι ἐπιβάλλοντι· αἰ δ’ ἐπιβάλλο̄ν με̄̀ εἴε̄, τᾶς πυλᾶς το̄̑ν αἰτιόντο̄ν ὄτιμί κα λε̑̄ι ὀπυίε(θ)θαι. αἰ δέ κα το̄̑ι ἐπιβάλλοντι ε̄̓βίονσα με̄̀ λε̑̄ι ὀπυίε(θ)θαι ἒ̄ ἄνο̄ρος ἐ̑̄ι ὀ ἐπιβάλ[λ]ο̄ν [κα]ὶ μ[ε̄̀ λ]ε̑̄[ι μέν]εν ἀ πατρο̄ιο̄̑κος, στέγαμ μέν, αἴ κ’ ἐ̑̄ι ἐν πόλι, τὰμ πατρο̄ιο̄̑κον ἔκεν κἄτι κ’ ἐνε̑̄ι ἐν τᾶι στέγαι, το̄̑ν δ’ ἄλλο̄ν τὰν ε̄̓μίναν διαλακόνσαν ἄλλο̄ι ὀπυίε(θ)θαι τᾶς πυλᾶς το̄̑ν αἰτιόντο̄ν ὄτιμί κα λε̑̄ι. ἀποδατε̑̄(θ)θαι δὲ το̄̑ν κρε̄μάτο̄ν ἰο̄̑ι. αἰ δὲ με̄̀ εἶεν ἐπιβάλλοντες τᾶι <παι> πατρο̄ιο̄́κο̄ι ἆ[ι ἔ]γρατται, τὰ κρε̄́ματα πάντ’ ἔκ[ον]σαν τᾶς πυλᾶς ὀπυίε(θ)θ[α]ι ὄτιμί κα λε̑̄ι. αἰ δὲ τᾶς πυλ[ᾶ]ς με̄́τις λείοι ὀ[π]υίεν, τὸς καδεστὰνς τὸς τᾶς πατρο̄ιο̄́κο̄ ϝείπαι κατὰ [τὰν πυλ]ὰν ὄτι οὐ λ[ε̑̄ι ὀ]πυίεν τις; καἰ μὲν τίς κ’ [ὀ]πυίε̄ι ἐν ταῖς τριάκοντα ἐ̑̄ κα ϝείποντι· αἰ δὲ μ(ε̄́), ἄλλο̄ι ὀπυίε(θ)θαι ὄτιμί κα νύναται. αἰ δέ κα πατρὸς δόντος ἒ̄ ἀδελπιο̄̑ πατρο̄ιο̄̑κος γένε̄ται, αἰ λείοντος ὀπυίεν ὀ̑̄ι ἔδο̄καν με̄̀ λείοι ὀπυίε(θ)θαι, αἴ κ’ ἐστετέκνο̄ται, διαλακόνσαν το̄̑ν κρε̄μάτο̄ν ἆι ἔγρατται [ἄλλ]ο̄ι ὀπυιέ(θ)θ[αι τᾶ]ς [π]υ[λ]ᾶ[ς]. αἰ δὲ τέκνα με̄̀ εἴε̄, πάντ’ ἔκονσαν το̄̑ι ἐπιβάλλον[τ]ι ὀπυίε(θ)θαι, αἴ κ’ ἐ̑̄ι, αἰ δὲ με̄́, ἆι ἔγρατται. ἀνε̄̀ρ αἰ ἀποθάνοι πατρο̄ιο̄́κο̄ι τέκνα καταλιπο̄́ν, αἴ κα [λ]ε̑̄ι, ὀπυιέ(θ)θο̄ τᾶς πυλᾶς ὄτιμί κα νύναται, ἀνάνκαι δὲ με̄́. αἰ δὲ τέκνα με̄̀ καταλίποι ὀ ἀποθανο̄́ν, ὀπυίε(θ)θαι το̄̑ι ἐπιβάλλοντι ἆι ἔγρατται. αἰ δ’ ὀ ἐπιβάλλο̄ν τὰν πατρο̄ιο̄̑κον ὀπυίεν με̄̀ ἐπίδαμος εἴε̄, ἀ δὲ πατρο̄ιο̄̑κος ο̄̓ρίμα εἴε̄, το̄̑ι ἐπιβάλλοντι ὀπυίε(θ)θαι ἆι ἔγρατται.

Πατρο̄ιο̄̑κον δ’ ἐ̄̑μεν, αἴ κα πατε̄̀ρ με̄̀ ἐ̑̄ι ἒ̄ ἀδελπιὸς ἐς το̄̑ αὐ[το̄̑] πατρός. το̄̑ν δὲ κρε̄μάτο̄[ν κα]ρτερὸνς ἐ̄̑μεν τᾶς ϝεργα[σ]ία[ς τὸς] πάτρο̄ανς, [τ]ᾶς [δ’ ἐπικαρ]πίας δια[λ]α[νκά]νεν τὰν ε̄̓μίναν, ἆς κ’ ἄ[ν]ο̄ρ[ο]ς ἐ̑̄ι. αἰ δ’ ἀν[ο̄́]ρο̄ι ἰάτται με̄̀ εἴε̄ ἐπιβάλλο̄ν, τὰν πατρο̄ιο̄̑κον καρτερὰν ἐ̄̑μεν το̄̑ν τε κρε̄μάτο̄ν καὶ το̄̑ καρπο̄̑, κἆς κ’ ἄν[ο̄]ρος ἐ̑̄ι τράπε(θ)θαι [π]ὰρ τᾶι ματρί· αἰ δὲ μάτε̄ρ με̄̀ εἴε̄, πὰρ τοῖς [μ]άτρο̄σι τράπε(θ)θα[ι]. αἰ δέ τις ὀπυίοι τὰν πατρο̄ιο̄̑κον, ἀλλᾶι δ’ [ἔγ]ρατται, πεύθεν [πορ]τὶ κόσμ[ο]ν τὸνς ἐπιβά[λλοντανς.

Ἀνὲ̄ρ αἴ κ’ ἀποθανὸ̄ν πα]τρο̄ιο̄̑κον καταλίπε̄ι, ἒ̄ αὐ[τὰν ἒ̄ πρὸ αὐτᾶς τὸνς πάτρο̄ανς ἒ̄ τὸ]νς μάτρο̄ανς καταθέμε̄ν [ἒ̄ ἀποδό(θ)θαι το̄̑ν κρε̄μάτο̄ν καὶ] δικαίαν ἐ̄̑μεν τὰν ο̄̓νὰν καὶ τὰν κα[τάθεσιν. αἰ δ’ ἀλλᾶι πρί]αιτό τις κρε̄́ματα ἒ̄ καταθεῖτο το̄̑ν τᾶς πα[τρο̄ιο̄́κο̄, τ]ὰ [μ]ὲν [κρ]ε̄́ματα ἐπὶ τᾶι πατρο̄ιο̄́κο̄ι ἐ̄̑μεν, ὀ δ’ ἀποδόμενος ἒ̄ καταθὲνς το̄̑ι πριαμένο̄ι ἒ̄ καταθεμένο̄ι, αἴ κα νικαθε̑̄ι, διπλεῖ καταστασεῖ καἴ τί κ’ ἄλλ’ ἄτας ἐ̑̄ι, τὸ ἀπλόον ἐπικαταστασεῖ, ἆι [τά]δε τὰ γ[ράμμ]ατ[α ἔγρατται, τ]ο̄̑[ν δ]ὲ πρό(θ)θα μ[ε̄̀] ἔνδικον ἐ̄̑μεν. αἰ δ’ ὀ ἀντίμο̄λος ἀπομ[ο̄λ]ίοι ἀ[νπ]ὶ τὸ κρέος ὀ̑̄ι κ’ ἀνπιμο̄λίο̄ντι με̄̀ τᾶς πατρο̄ιο̄́κο̄ [ἐ̄̑μ]εν, ὀ δ[ικ]αστὰς ὀμνὺς κρινέτο̄· αἰ δὲ νικάσαι με̄̀ τᾶς πατρ[ο̄ι]ο̄́κο̄ ἐ̄̑μ[ε]ν, μο̄λὲν ὀπε̄̑ κ’ ἐπιβάλλε̄ι, ἐ̑̄ ϝεκάστο̄ ἔγρατται.

Αἰ ἀν[δ]εκσάμ[ε]νος ἒ̄ νενικαμένο[ς ἒ̄ ἐνκ]οιο̄τὰνς ὀπε̄́λο̄ν ἒ̄ διαβαλόμενος ἒ̄ διαϝειπάμενος ἀπο[θ]άνοι ἒ̄ τούτο̄ι ἄλλος, ἐπιμο̄λὲνν ἰο̄̑ πρὸ το̄̑ ἐνιαυτο̄̑· ὀ δὲ δικαστὰς δικαδδέτο̄ πορτὶ τὰ [ἀ]ποπο̄νιόμενα· αἰ μέν κα νίκας ἐπιμο̄λε̑̄ι, ὀ δικαστὰς κὀ μνάμο̄ν, αἴ κα δο̄́ε̄ι καὶ πολιατεύε̄ι, οἰ δὲ μαίτυρες οἰ ἐπιβάλλοντες, ἀνδοκᾶδ (δ)ὲ κε̄̓νκοιο̄τᾶν καὶ διαβολᾶς καὶ διρε̄́σιος μαίτυρες οἰ ἐπιβάλλοντες ἀποπο̄νιόντο̄ν. ἐ̑̄ δέ κ’ ἀποϝείποντι, δικαδδέτο̄ ὀμόσαντα αὐτὸν καὶ τὸνς μαίτυρανς νικὲν τὸ ἀπλόον. υἰὺς αἴ κ’ ἀνδέκσεται, ἆς κ’ ὀ πατε̄̀(δ) δο̄́ε̄ι, αὐτὸν ἀτε̑̄(θ)θαι καὶ τὰ κρε̄́ματα ἄτι κα πέπαται. αἴ τίς κα πε̄́ραι συναλ[λάκ]σει, ἒ̄ ἐς πε̑̄ρ[α]ν ἐπιθέντι με̄̀ ἀποδιδο̄̑ι, αἰ μέν κ’ ἀποπο̄νίο̄ντι μαίτυρες ε̄̓βίοντες το̄̑ ἐκατονστατε̄́ρο̄ καὶ πλίονος τρέες, το̄̑ μείονος μέττ’ ἐς τὸ δεκαστάτε̄ρον δύο, το̄̑ μείονος ἔνδ, δικαδδέτο̄ πορ[τ]ὶ τὰ ἀποπο̄[ν]ιόμενα. αἰ δὲ μαίτυρε[ς] με̄̀ ἀποπο̄νίοιεν, ἐ̑̄ κ’ ἔ[λ]θε̄ι ὀ συναλλάκσανς, ὄτερόν κ[α] κέλε̄[τ]αι ὀ μενπόμενος, ἒ̄ ἀπομόσαι ἒ̄ σὺν [ll. 1-9, and most of 10-14, lacking] ματρὶ δ’ υἰὺν [ἒ̄ ἄνδρα γυναικὶ δόμε̄ν ἐ]κατὸν στα[τ]ε̑̄ρα[νς] ἒ̄ μεῖον, πλίον δὲ με̄́. αἰ δὲ πλία δοίε̄, αἴ κα λείο̄ντ’ οἰ ἐπιβάλλοντες, τὸν ἄργυρον ἀποδόντες τὰ κρε̄́ματ’ ἐκόντο̄ν. αἰ δέ τις ὀπε̄́λο̄ν ἄργυρον ἒ̄ ἀταμένος ἒ̄ μο̄λιομένας δίκας δοίε̄, αἰ με̄̀ εἴε̄ τὰ λοιπὰ ἄκσια τᾶς ἄτας, με̄δὲν ἐς κρέος ἐ̄̑μεν τὰν δόσιν.

Ἄντρο̄[π]ον με̄̀ ο̄̓νε̄́(θ)θα[ι] κατακείμενον πρίν κ’ ἀλλύσεται ὀ καταθένς, με̄δ’ ἀμπίμο̄λον, με̄δὲ δέκσα(θ)θαι με̄δ’ ἐπισπένσα(θ)θαι με̄δὲ καταθέ(θ)θαι. αἰ δέ τις τουτο̄̑ν τι ϝέρκσαι, με̄δὲν ἐς κρέος ἐ̑̄μεν, αἰ ἀποπο̄νίοιεν δύο μαίτυρε(ς).

Ἄνπανσιν ἐ̄̑μεν ὄπο̄ κά τιλ λε̑̄ι. ἀμπαίνε(θ)θαι δὲ κατ’ ἀγορὰν καταϝελμένο̄ν το̄̑μ πολιατᾶν ἀπὸ το̄̑ λάο̄ ὀ̑̄ ἀπαγορεύοντι. ὀ δ’ ἀμπανάμενος δότο̄ τᾶι ἐταιρε̄ίαι τᾶι ϝᾶι αὐτο̄̑ ἰαρε̄̑ιον καὶ πρόκοον ϝοίνο̄. καἰ μέν κ’ ἀνέλε̄ται πάντα τὰ κρε̄́ματα καὶ με̄̀ συννε̑̄ι γνε̄́σια τέκνα, τέλλεμ μὲν τὰ θῖνα καὶ τὰ ἀντρο̄́πινα τὰ το̄̑ ἀνπαναμένο̄ κἀναιλε̑̄(θ)θαι, ἆιπερ τοῖς γνε̄σίοις ἔγρατται. αἰ [δ]έ κα με̄̀ λε̑̄ι τέλλεν ἆι ἔγρατται, τὰ κ[ρ]ε̄́ματα τὸνς ἐπιβάλλοντανς ἔκεν. αἰ δέ κ’ ἐ̑̄ι γνε̄́σ[ι]α τέκνα το̄̑ι ἀνπαναμένο̄ι, πεδὰ μὲν το̄̑ν ἐρσένο̄ν τὸν ἀμπαντόν, ἆιπερ αἰ θε̄[λε]ίαι ἀπὸ το̄̑ν ἀδελπιο̄̑ν λανκάνοντι· αἰ δέ κ’ ἔρσενες με̄̀ ἴο̄ντι, θε̄λείαι δέ, [ϝ]ισϝόμοιρον ἐ̑̄[μεν] τὸν ἀνπαντὸν καὶ με̄̀ ἐπάνανκον ἐ̄̑μεν τέλλεν τ[ὰ το̄̑ ἀν]παναμένο̄ καὶ τὰ κρε̄́ματ’ ἀναιλ(ε̑̄)(θ)θαι ἄτι κα κατα[λίπε̄ι ὀ ἀν]πανάμενος· πλίυι δὲ τὸν ἀνπαντὸμ με̄̀ ἐπικο̄ρέν. [αἰ δ’ ἀπο]θάνοι ὀ ἀνπαντὸς γνε̄́σια τέκνα με̄̀ καταλιπο̄́ν, πὰρ τὸ[νς το̄̑ ἀν]παναμένο̄ ἐπιβάλλοντανς ἀνκο̄ρὲν τὰ κρε̄́ματα. αἰ δ[έ κα λε̑̄ι] ὀ ἀνπανάμενος, ἀποϝειπάθθο̄ κατ’ ἀγορὰν ἀπὸ το̄̑ λά[ο̄ ὀ̑̄ ἀπα]γορεύοντι καταϝελμένο̄ν το̄̑ν πολιατᾶν· ἀνθέμε[ν δὲ] [δέκ]α [σ]τατε̑̄ρανς ἐδ δικαστε̄́ριον, ὀ δὲ μνάμο̄ν ὀ το̄̑ κσε̄νίο̄ ἀποδότο̄ το̄̑ι ἀπορρε̄θέντι. γυνὰ δὲ με̄̀ ἀμπαινέθθο̄ με̄δ’ ἄνε̄βος. κρε̄́(θ)θαι δὲ τοῖδδε ἆι τάδε τὰ γράμματ’ ἔγραπσε, το̄̑ν δὲ πρόθθα ὄπαι τις ἔκει ἒ̄ ἀμπαντύι ἒ̄ πὰρ ἀμπαντο̄̑ με̄̀ ἔτ’ ἔνδικον ἐ̄̑μεν.

Ἄντρο̄πον ὄς κ’ ἄγε̄ι πρὸ δίκας, αἰεὶ ἐπιδέκε(θ)θαι.

Τὸν δικαστάν, ὄτι μὲν κατὰ μαίτυρανς ἔγρατται δικάδδεν ἒ̄ ἀπο̄́μοτον, δικάδδεν ἆι ἔγρατται, το̄̑ν δ’ ἀλλο̄̑ν ὀμνύντα κρίνεν πορτὶ τὰ μο̄λιόμενα.

Αἴ κ’ ἀποθάνε̄ι ἄργυρον ὀπε̄́λο̄ν ἒ̄ νενικαμένος, αἰ μέν κα λείο̄ντι, οἶς κ’ ἐπιβάλλε̄ι ἀναιλε̑̄(θ)θαι τὰ κρε̄́ματα, τὰν ἄταν ὐπερκατιστάμεν καὶ τὸ ἀργύριον οἶς κ’ ὀπε̄́λε̄ι, ἐκόντο̄ν τὰ κρε̄́ματα· αἰ δέ κα με̄̀ λείο̄ντι, τὰ μὲν κρε̄́ματα ἐπὶ τοῖς νικάσανσι ἐ̄̑μεν ἒ̄ οἶς κ’ ὀπε̄́λε̄ι τὸ ἀργύριον, ἄλλαν δὲ με̄δεμίαν ἄταν ἐ̄̑μεν τοῖς ἐπιβάλλονσι. ἀ[τ]ε̄́(θ)θαι δὲ ὐπὲρ μ[ὲ]ν το̄̑ [πα]τρὸς τὰ πατρο̄̑ια, ὐπὲ(δ) δὲ τᾶς ματρὸς τὰ ματρο̄̑ια.

Γυνὰ ἀνδρὸς ἄ κα κρίνε̄ται, ὀ δικαστὰς ὄρκον αἴ κα δικάκσει, ἐν ταῖς ϝίκατι ἀμέραις ἀπομοσάτο̄ παριόντος το̄̑ δικαστᾶ ὀ̑̄τι κ’ ἐπικαλε̑̄ι. προϝ[ε]ιπάτο̄ δὲ ὀ ἄρκο̄ν τᾶ(δ) δίκας τᾶι γυναικὶ καὶ το̄̑ι δικαστᾶι καὶ [τ]ο̄̑ι μ[νά]μονι προτέταρτον ἀντὶ μ[αιτύρο̄ν ll. 1-15 lacking] ματρὶ υἰὺ<ι>ς ἒ̄ ἀ[ν]ε̄̀ρ γυναικὶ κρε̄́ματα αἰ ἔδο̄κε, ἆι ἔγραττο πρὸ το̄̑νδε το̄̑ν γραμμάτο̄ν, με̄̀ ἔνδικον ἐ̄̑μεν· τὸ δ’ ὔστερον διδόμεν ἆι ἔγρατται.

Ταῖς πατρο̄ιο̄́κοις αἴ κα με̄̀ ἴο̄ντι ὀρπανοδικασταί, ἆς κ’ ἀνο̄́ροι ἴο̄ντι, κρε̄́(θ)θαι κατὰ τὰ ἐγραμμένα. ὄπε̄ . . δέ κ’ ἀ πατρ[ο̄ι]ο̄̑κος με̄̀ ἰόντος ἐπιβάλλοντος με̄δ’ ὀρπανοδικαστᾶν πὰρ τᾶι ματρὶ τράπε̄ται, τὸν πάτρο̄α καὶ τὸμ μάτρο̄α τὸνς ἐγραμμένονς τὰ κρε̄́ματα καὶ τὰν ἐπικαρπίαν ἀρτύεν ὄπαι κα (νύ)νανται κάλλιστα, πρίν κ’ ὀπυίε̄ται. ὀπυίε(θ)θαι δὲ δυο̄δεκαϝετία ἒ̄ πρείγονα.



Creative Commons License
The Law Code of Gortyn digitized by Jana Beck is licensed under a Creative Commons Attribution-NonCommercial-ShareAlike 3.0 Unported License